Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

διὰ φαρμακείας γεγενημένη. ἐπακτή γὰρ πημονή ἡ ἔξωθεν ἐπαγομένη γοητεία παρὰ τῶν ἐχθρῶν: — MNAB

μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν ἐπάγει τι λύπης ἄξιον. ἆρά τινος ἐχθρῶν ἐπαγωγὴν μηχανησαμένου σοι; εἰώθασι γὰρ οἱ ἐχθροὶ

ἐπαγωγάς τινας δαιμονίων ποιεῖσθαι ἐπὶ τὰς οἰκίας. ἢ οὕτως· μή τίς σε οὖν τῶν ἐχθρῶν ἐφάρμαξε, διὰ τὸ εἰρηκέναι φρὴν δ’ ἔχει μίασμά τι: — NAB