Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πέτραν παρ’ αὐτήν: ἐπὶ πέτρας τινὸς ἐν τῇ Ἀττικῇ, ἀφ’ ἧς ⟨ἧν⟩ ἀποβλέπεσθαι τὴν Τροιζῆνα, Ἀφροδίτης ναὸν ἱδρύσασθαι τὴν Φαίδραν φησίν, ἐκάλεσε δὲ Ἀφροδίτην ἐφ’ Ἱππολύτῳ, ὃ νῦν καὶ Ἱππολύτειον καλοῦσιν: — MNAB

Παλλάδος κατόψιον: πέτραν Παλλάδος φησὶ τὸ Γλαυκώπιον ὄρος. κατόψιον δὲ ἀντὶ τοῦ· ἐπὶ ταύτης τῆς γῆς, τῆς Ἀττικῆς. ἢ τὸ κατόψιον ἀντὶ τοῦ· ἐξ ἐναντίας ⟨τῆς γῆς τῆσδε, ὅ ἐστι Τροιζῆνος⟩: — MA

κατόψιον: τὸ κατόψιον οἱ πιθανώτερον ἐξηγούμενοι ἤκουσαν τὸ ὄρος τὸ ἀντικείμενον τῷ Γλαυκωπίῳ [τῆς γῆς τῆσδε ὅ ἐστι Τροιζῆνος]. ἢ κατόψιον τὸ ὑψηλόν, παρόσον τὰ ὑψηλὰ κατοπτεύουσι πάντα τὰ ὑποκείμενα: — MNAB