Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅσοι τε πόντου: ἐπὶ τὸ μέγιστον ηὔξησεν τὸ κατηγόρημα τοῦ νεανίου· εἰ γὰρ ἐκεῖνοι θηριώδεις ὄντες τὴν φύσιν καὶ νόμων καὶ γραφῶν ἄπειροι, σέβουσιν ὅμως τὴν θεὸν, τὴν φύσιν δεξάμενοι διδάσκαλον, πόσῳ γε μᾶλλον ὁ ἐν μέσῃ τῇ Ἑλλάδι τραφεὶς καὶ μέγιστον ἐπὶ φιλοσοφίᾳ

φρονήσας. εἰ δὲ καὶ ⟨διὰ τὸ⟩ σωφρονεῖν ἀπέχεσθαι γάμων ἤθελεν, οὐδὲν ἧσσον ἔδει πάλιν αὐτὸν σέβειν τὴν δαίμονα, προεστῶσαν τῶν ἀγαθῶν ἐπιθυμιῶν. πάντες γὰρ οἱ φιλόσοφοι τιμῶσι τὴν θεὸν πρὸς τὸ μὴ εἰς ταύτην ἁμαρτάνοντες τὰ ἐναντία τῆς γνώμης δυστυχεῖν· ἑκατέρωθεν δὲ αὐτῆς δύο Ἔρωτας ἱστῶσιν, τὸν μὲν πρὸς τιμωρίαν, τὸν δὲ πρὸς δωρεὰν εἶναι λέγοντες: — MNAB

τερμόνων τ’ Ἀτλαντικῶν: τῶν πρὸς Γαδείροις τόπων· ἐκεῖ γὰρ ὄρος Ἄτλας· οὗτος δέ ἐστιν ὁ ἄξων ⟨τοῦ οὐρανοῦ⟩. Ὅμηρος [α 53]· ἔχει δέ τε κίονας αὐτός: — N

τερμόνων τ’ Ἀτλαντικῶν: παρὰ τὸ Ἀτλαντικὸν πέλαγος. ἔνιοι δὲ τὰ Γάδειρα, ἔνθα ἐστὶν ὄρος Ἄτλας, ὅπερ ἐστὶ δυτικόν. ὁ δὲ Πόντος ἀνατολικός: — MNAB

ἄλλως: εἰς τὰ ἔσχατα. ἵνα καὶ τοῖς στοιχείοις Ἀφροδίτην γινώσκεσθαι λέγῃ δι’ ὧν φύεται, οἷον· καὶ τὰ ἔσω τοῦ πόντου φυόμενα Ἀφροδίτην οἶδεν τῇ φύσει. ἢ τοὺς ἐν τοῖς πέρασι [τῶν στοιχείων τούτων] οἰκοῦντας θηριώδεις ἀνθρώπους λέγει, ὃ καὶ βέλτιον: — MNBi