Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ δὲ μαινόμενον κακόν: αὐτὸ τὸ μανιῶδες κακὸν μὲν, ὅτι ἃ μὴ βούλεται φθέγγεται, κρατεῖ δὲ καὶ ὑπερέχει τὸ μὴ αἰσθανόμενον ἀλλ’ ἐν τῇ μανίᾳ ἀπολέσθαι. οὔτε γὰρ τῶν ἁμαρτημάτων ἐν τῇ μανίᾳ αἰσθάνεται οὔτε τοῦ θανάτου τὴν ἀλγηδόνα λογίζεται τῶν τοῦ βίου τερπνῶν ἀποστάς: — NAB

ἄλλως: ἀντὶ τοῦ· κακὸν μὲν τὸ μαίνεσθαι, ἀλλὰ κρατεῖ, τουτέστι κρεῖσσόν ἐστι καὶ ὑπερέχει, τοῦ μετὰ συνειδήσεως ἀποθανεῖν. ὡς εἴ τις λέγοι· λυσιτελές ἐστι μὴ γινώσκοντα ἀπολέσθαι, ὡς κρεῖσσον ὂν τοῦ τοιούτου βίου: — NAB