Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πώλους Ἐνέτας: ταῦτα ἀνακεχρόνισται. οὐδέπω γὰρ Ἕλληνες Ἐνέταις ἐχρῶντο ἵπποις. οἱ γὰρ Ἐνέται Παφλαγονίαν τὸ πρῶτον οἰκοῦντες εἰς τὸν Ἀδρίαν ὅστερον διέβησαν. πρῶτος δὲ Λέων Λακεδαιμόνιος ̄π ̄ε ὀλυμπιάδι ἐνίκησεν Ἐνέταις ἵπποις, ὡς Πολέμων [frg. 22] ἱστορεῖ, καὶ ἐπέγραψε τῇ εἰκόνι· Λέων Λακεδαιμόνιος ἵπποις νικῶν Ἐνέταις Ἀντικλεΐδα πατέρος: — MNAB