Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔραμαι: ἀντὶ τοῦ ἐρῶ, παθητικὸν ἀντὶ ἐνεργητικοῦ. οἰκείως δὲ τῇ μεσότητι ἐχρήσατο: — AB

Θεσσαλὸν ὅρπακ’: Θεσσαλῶν γὰρ εὕρεμα τὸ δόρυ. ἐπίλογχον δὲ βέλος αὐτὸ τὸ τιτρῶσκον σιδήριον, ὅπερ ὁ κρίκος ἐμβεβλημένος ἐν τῷ ξύλῳ συνέχει, διὰ τὸ ἐπὶ τῇ λόγχῃ κεῖσθαι, ὅ ἐστι τῷ ξύλῳ. οἱ γὰρ ἀκοντίζοντες τὸ σιδήριον τοῦ ἀκοντίου πρὸς τὸν κρίκον ἐν δυσὶ δακτύλοις κατέχοντες οὕτως ῥίπτουσιν: — MNAB