Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

αἴρετέ μου δέμας: ἐφύλαξε τὸ τῶν νοσούντων ἦθος πάντη πρὸς τὴν τοῦ σώματος κηδεμονίαν καταγινομένων. μονονουχὶ αὐτὴν ἡμῖν ὑπέστησε τὴν Φαίδραν προκομιζομένην καὶ τοῖς λόγοις καὶ τοῖς σχήμασιν. ὁ δὲ νοῦς· ἐπιθεῖσαι τοῖς ἑαυτῶν ὤμοις τοὺς ἐμοὺς βραχίονας καὶ ταῖς χερσὶν ἀντερειδόμεναί μου τοῦ αὐχένος, οὕτως με ἐπαίρετε. κομματικαὶ δὲ αἱ διάνοιαι καὶ τῇ τῶν πόνων ὀλιγωρίᾳ τὸ σπουδαζόμενον συντόμως ἐξαιτούμεναι: — MNAB