Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† σκότος ἀμπίσχων: οὐκ ἔστι, φησὶ, τῷ βιοῦντι πόνων ἀπαλλαγή. καὶ ἔστι μὲν ἄλλη τις ζωὴ, φησὶ, κρείττων τῆς παρούσης καὶ ἀπονωτέρα, ἀλλὰ διότι ἀδηλία τις κατέχει ταύτην καὶ ἀγνοεῖται ⟨ὑφ’⟩ ἡμῶν, διὰ τοῦτο μανικῶς διακείμεθα περὶ τὴν παροῦσαν ζωὴν καὶ πάνυ ἐρῶμεν ταύτης, ὅτι στίλβει καὶ φανερά ἐστιν. ἀπειρίαν γὰρ

ἔχομεν ἂλλου βιότου καὶ οὐκ ἀπόδειξιν τῶν ὑπὸ γῆν, ἀλλὰ μύθοις μορμολυττόμεθα Πυριφλεγέθοντας καὶ Κωκυτοὺς ἀκούοντες ἐν Ἅιδου καὶ τοιαῦτά τινα· διὸ καὶ τῆς ὑπὸ γῆν ζωῆς καταφρονοῦντες πάνυ ταύτης τῆς ὑπὲρ γῆν ἐρῶμεν: — A

περιέχων: — MgAg