Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἢ ναυβάτας: ἕτερος λογισμὸς νόσου. ἢ τάχα τις ναύτης ἐκ Κρήτης ὁρμήσας εἰς Τροιζῆνα φήμην πένθους τῶν οἰκείων ἀπήγγειλεν αὐτῇ: — MNAB

ἄλλως: τάχα τις ἦλθεν ἐκ τῆς πατρίδος αὐτῆς λυπηρὰν φήμην κομίζων. [καὶ] ἐκ τούτων δὲ τῶν παθῶν τῶν ἠγγελμένων καὶ τῇ ὑπὲρ τῶν παθῶν εὐναίᾳ λύπῃ δέδεται τὴν ψυχήν: — MNAB

δ’ ὑπὲρ παθέων: ὅ ἐστι· διὰ τὰ πάθη συνδέδεται αὐτῆς ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ, ἀντὶ τοῦ ⟨τῇ⟩ εἰς εὐνὴν αὐτὴν βαλλούσῃ. ἢ αὐτὴ ⟨ἡ⟩ Φαίδρα εὐναία δέδεται τὴν ψυχήν. τινὲς

οὕτως· συνδέδεται ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ ὑπερβαλλούσῃ πᾶν πάθος: — MNA