Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἢ πόσιν τὸν Ἐρεχθειδᾶν: στοχαστικὸν τὸ ἧθος. ἢ, φησὶν, εἰς οὐδένα τῶν θεῶν ἥμαρτες, ἀλλὰ τάχα τὸ δεινὸν ἔρως ἐστὶ καὶ μοιχεία ἑτέρου, φόβῳ δὲ τοῦ ἀνδρὸς καὶ ἔρωτι τοῦ μοιχοῦ κατεχομένη ἀγωνιᾷς. δύναται καὶ ὡς τοῦ Θησέως ἔχοντος ἑτέραν γυναῖκα ὁ λόγος τάττεσθαι· ἤ τις γυνὴ ἀπατᾷ σοῦ τὸν ἄνδρα τῇ ἑαυτῆς λαθραίᾳ συνουσίᾳ, σὺ δὲ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ μανίαν κατέστης. ἀγνοεῖ γὰρ ὁ χορὸς ἔκδημον ὄντα τὸν Θησέα, ὅπου γε καὶ ἐν τοῖς ἑξῆς φησιν [280] ὅ δ’ εἰς πρόσωπον οὐ τεκμαίρεται βλέπων, εἶτα ἡ τροφός ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός. ἀγνοῶν οὖν αὐτὸν ἐνόμιζε παρόντα συνορᾶν τὰ γινόμενα: — MNAB