Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπεὶ σάφ’ ἴσθι: ἐπεὶ προεῖπεν παρὰ θεοῖς εἶναι νόμον τὸ μὴ ἀντιπράττειν ἀλλήλοις, φησὶν ὅτι, εἰ μὴ νόμος ἐκώλυεν, ἔσωσα ἂν αὐτὸν εὐσεβῆ τυγχάνοντα, μὴ εὐλαβουμένη τὸν Δία. ἐν τίνι γὰρ ἤμελλον αὐτὸν εὐλαβεῖσθαι μηδὲ νόμον λύουσα, ἀλλὰ καὶ εὐσεβῆ ἄνδρα

σῴζουσα; ὁ γὰρ ἀγαθὰ καὶ ἔννομα διαπραττόμενος ἐξουσίαν οὐ δέδοικε. καὶ γὰρ, εἰ μὴ νόμος με εἶργε, μὴ κωλυομένη ὑπὸ Διὸς λοιπὸν ἀδεῶς ἐβοήθουν ⟨ἂν⟩ αὐτῷ: — NB