Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅθι μοί τις ἧν φίλα: ὅπου μοί τις φίλη ἐνέτυχεν. ἀπιθάνως δὲ κεῖται τὸ ἦν. ἔδει γὰρ λέγειν· ἔνθα μοί τις συνέτυχε φίλη: — MAB

ἄλλως: ἐνταῦθά μοί τις γυνὴ, ἀνελθοῦσα πλῦναι τὰ ἱμάτια καὶ ταῦτα ἐπὶ τῆς εὐηλίου πέτρας ἐπὶ ξηρασίαν καταβαλοῦσα, ἀκούσασα τῆς βασιλίσσης τὴν νόσον πρῶτον ἤγγειλεν [ἐλθοῦσα]. φιλοῦσι γὰρ ἐν ταῖς τοιαύταις συνόδοις ὁμιλίαι περὶ βασιλέων παρεμπίπτειν πρὸς παραμυθίαν τῶν καμάτων, ὥστε οὐκ ἀπεικότως πρὸς πλυνούσης φίλης πυθέσθαι [καὶ] εἰπεῖν: — MAB