Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

βαπτὰν κάλπισι: οἷον· ὥστε βαπτίζειν ἐν τῆ εὐύδρῳ πηγῇ τὴν ὑδρίαν. ἢ ὅσον δύναταί τις χαλῶν τὴν ὑδρίαν γεμίζειν. ἢ τὴν περιρρεομένην ὑπὸ τοῦ ὕδατος πηγήν. βάψαι κάλπιν καὶ οὐ περαιτέρω: — MNAB ἢ τὴν δυναμένην

καὶ ἄλλως: ὡς κοτυλήρυτον αἷμα [Ψ 34], τὸ κοτύλην βάψαν. ἢ ὅτι περὶ τὴν Τροιζηνίαν τοιαύτη τίς ἐστι πέτρα ἐξ ἦς τὸ καταφερόμενον ὕδωρ βάπτει τὰς ὑδρίας, ὡς Διονυσόδωρος ἱστορεῖ [FIG II p. 84b] ἐν τῷ Περὶ ποταμῶν: — MNAB