Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ὠκεανοῦ τις ὕδωρ: ὁ χορὸς ἧκεν ἐκ Τροιζηνίων γυναικῶν συναχθεὶς εἰς ἐπίσκεψιν τῆς Φαίδρας. καὶ πρῶτα μὲν διηγεῖται πόθεν αὐτῄ ἡ φήμη τῆς βασιλίσσης ἧλθεν, ἔπειτα δὲ καὶ ζητεῖ, τίς ἂν εἴη ἡ πρόφασις αὐτῇ τῆς νόσου: — MNAB

καὶ ἄλλως: ὁ νοῦς· πέτρα τίς ἐστιν ὕδωρ Ὠκεάνειον στάζουσα,

οὐ διϊπετὲς οὐδ’ ὑέτιον, ἀλλ’ αὐτομάτως ἀναβλύζον. πᾶν δὲ ὕδωρ Ὠκεανὸς λέγεται: — MNAB

στάζουσα πέτρα: πέτρα τις λέγεται τοσοῦτον ὕδωρ ἔχουσα πηγαῖον ὥστε βάπτειν ὑδρίαν. Ὠκεανοῦ δὲ καθὸ γλυκὺ καὶ πότιμον: — MNAB