Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ῥᾴδια δ’ ἤθεα: ἀντὶ τοῦ εὐχερῆ καὶ ἄλυπα ἤθη ἔχουσα, προβαίνουσα εὐτυχοίην ἀεί: — NAB

ἄλλως: εὐχερῶς δὲ τὰ ἤθη μεταβάλλουσα τὸν ὀλίγον χρόνον,

εὐτυχοίην τὸν βίον. τὸ δὲ ἑξῆς· εὔκολον δὲ ζωὴν εἰς τὸν καθ’ ἡμέραν χρόνον ἀεὶ διαδεχομένη σὺν ἄλλοις τὸν βίον εὐτυχοίην. δύναται καὶ ἀντὶ ἐνεργητικοῦ κεῖσθαι, μεταβαλλομένη, ἀντὶ τοῦ μεταβάλλουσα· δύναται πάλιν εἶναι· κατὰ τὰ ἤθη μεταβαλλομένη: — NAB