Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἦ μέγα μοι τὰ θεῶν: γυναῖκες μέν εἰσιν αἱ τοῦ χοροῦ. μεταφέρει δὲ τὸ πρόσωπον ἐφ’ ἑαυτοῦ ὁ ποιητὴς καταλιπὼν τὰ χορικὰ πρόσωπα· μετοχαῖς γὰρ ἀρσενικαῖς κέχρηται. τὸ δὲ μοί ἀντὶ τοῦ μοῦ, ὡς τὸ [β 50] μητέρι μοι μνηστῆρες. τὸ δὲ ἑξῆς· ὄντως μου τὰς λύπας μεγάλως ἀφανεῖς καθίστησι τὰ περὶ θεῶν μελεδήματα, ὅταν

εἰς φρένας ἔλθῃ. ὁρῶν δὲ ὁ χορὸς εὐσεβῆ μὲν ὄντα τὸν Ἱππόλυτον, κακῶς δὲ πράττοντα παρὰ τὸ δίκαιον, θαυμάζει τοῦ βίου τὸ ἀνώμαλον καὶ ταράττεσθαί φησι τὴν διάνοιαν, ὑπονοῶν μὲν τὸ θεῖον προνοεῖσθαι τῶν ἀνθρωπίνων, ὁρῶν δὲ θείας προνοίας μὴ μετέχοντα τῶν ἀνθρώπων τὰ πράγματα ἐκ τοῦ τοὺς μὲν ⟨ἀδίκους⟩ εὖ πράττειν, τοὺς δὲ δικαίους παρὰ τὴν ἀξίαν πράττειν κακῶς. ὁ δὲ νοῦς· ὅταν, φησὶ, θεοὺς λογίσωμαι, πάσης λύπης ἀπαλλάσσομαι, ἐνθυμούμενος ὅτι ἀδεκάστως τὰ πράγματα κρίνουσι, τὰ πρὸς ἀξίαν ἑκάστῳ παρέχοντες. καὶ δοκῶν κατὰ τοῦτο συνετὸς εἶναι ἄφρων ἐλέγχομαι, ὁρῶν τοῦ βίου τὴν σύγχυσιν. σύνεσιν γάρ τινα ἐν ταῖς ἐλπίσιν ἔχων, ἐλαττοῦμαι καὶ ἀπολείπομαι βλέπων ἔν τε ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις, τουτέστιν· ὁπηνίκα ἂν τὰ ἀνθρώπινα ἐννοήσω, ἐλαττοῦμαι καὶ οὐ μέγα φρονῶ: — NAB