Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἁγνοῦ Πιτθέως: ἁγνὸν τὸν Πιτθέα ⟨λέγει⟩, ὡς καὶ ἐν Μηδείᾳ [684]· παῖς, ὡς λέγουσι, Πέλοπος εὐσεβέστατος. παρὰ Πιτθεῖ τῷ πατρὶ τῆς Αἴθρας τῆς μητρὸς Θησέως ἐπαιδεύετο ὁ Ἱππόλυτος. ἦν δὲ ὁ Πιτθεὺς σοφὸς καὶ χρησμολόγος καὶ ἱερὸς θεοῖς, ὃς καὶ ἔλυσε τὸν χρησμὸν τῷ Αἰγεῖ καὶ τὴν θυγατέρα ἔδωκεν, εἰδὼς τῇ σοφίᾳ οἷος ἔσται

ὁ τεχθησόμενος. παρ’ αὐτῷ δὲ ὁ Θησεὺς ἐπαιδεύετο, ὡς Καλλίμαχος frg. 567]: — MNAB

Ἀριστοτέλης ἱστορεῖ ὅτι ἐλθὼν Θησεὺς εἰς Σκῦρον ἐπὶ κατασκοπὴν εἰκότως διὰ τὴν Αἰγέως συγγένειαν, ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν φοβηθέντος τοῦ Λυκομήδους τοῦ βασιλεύοντος **· Ἀθηναῖοι δὲ μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες τὰ ὀστᾶ αὐτοῦ ἔθαψαν: — A man. recentiss.