Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐ δῆτα πάντως: ὑφ’ ἓν ἀναγνωστέον καὶ περιττεύει ἡ μία ἄρνησις: — NAB

οὐ δῆτα: ἀντὶ τοῦ· οὐδαμῶς [λύσω τὸν ὅρκον] ἐγχωρεῖ μοι πεῖσαί σε καὶ μάτην λύσω τὸν ὅρκον, ὃν ὤμοσα τῇ τροφῷ μηδενὶ εἰπεῖν: — NAB

ἄλλως: ἐπεὶ ὅλως, φησὶν, ἂν εἴπω, οὐ πείθω, διὰ τί καὶ τοὺς ὅρκους παραβαίνω: — NAB

ἄλλως: οὐ μή ποτε πείσω τοὺς περὶ Θησέα οὕς με δεῖ πεῖσαι, κἂν ἀποκαλύψω τὸν ἔρωτα τῆς Φαίδρας, ὥστε μάτην ἂν συγχέαιμι τοὺς ὅρκους οὓς πρὸς τὴν τροφὸν τῆς Φαίδρας ἐποιησάμην: — A