Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὁ χορὸς ἐκ Τρῳάδων αἰχμαλώτων γυναικῶν. ὁ δὲ λόγος· ὦ Ἑκάβη, πρὸς σὲ ὡρμήθην μετὰ σπουδῆς τὰς δεσποτικὰς σκηνὰς, τοῦ Ἀγαμέμνονος, καταλιποῦσα: — MA

† Ἑκάβη, σπουδῇ ἧλθον πρὸς σὲ λιποῦσα τὰς δεσποσύνους σκηνὰς, ὅπου ἐτάχθην φυλάττειν ἀπελαθεῖσα καὶ ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας ἐκ τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθήρατος. ἧλθον δὲ οὐ μέλλουσά τι εὐφραντὸν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σε ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ παντὶ συναθροίσματι τῶν Ἑλλήνων λέγεται δόξαν γενέσθαι, ἤγουν θέλησιν, τὴν σὴν παῖδα Πολυξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλλεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σύν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας, τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων· ποῖ ἀπέρχεσθε, Δαναοὶ. λιπόντες τὸν ἐμὸν τάφον ἀγέραστον: — A

ὡρμήθην, παρεγενόμην. οὕτως Εὐριπίδης: — Mg