Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ξυστὸν δ’ ἐπὶ πασσάλῳ: τὸ δὲ ἀκόντιον ἐπὶ τῷ πασσάλῳ

γεγόνασιν, αἱ δὲ τοὺς υἱούς, αἱ δὲ τοὺς ἀδελφούς· ἐτύγχανον δὲ φοροῦσαι κατ’ ἐκεῖνον τὸν χρόνον Δωρίδα στολήν. τὰς περόνας οὖν ἀπὸ τῶν ὤμων ἑλκυσάμεναι τὸν ἄνθρωπον πρῶτον ἐξετύφλωσαν, εἶτα ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι μεγάλην ἡγήσαντο συμφορὰν τὸ γενόμενον πάθος, ἔδοξε δὲ αὐτοῖς περιελέσθαι τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς περιέστησαν, οὐ φυλακὴν τῆς ἀμπεχόνης. πάντων δὲ ἰδιαίτατον συνέβαινεν ἐπὶ τῶν Ἀθηναίων· οἱ μὲν γὰρ κόμας ἐφόρουν, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν τῇ Δωρίδι στολῇ. διόπερ καὶ εἰς ἡμᾶς πολλοὶ τὰς ἀχίτωνας δωριάζειν ἔφασαν: — M