Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καὶ ἄλλως: καὶ παύσαμενοι, φησὶ, τῶν χορῶν καὶ τῶν θυσιῶν ἀνεπαύοντο πάντες οἱ ἄνδρες ἀμεριμνήσαντες διὰ τοὺς Ἕλληνας: — M

θυσίαν καταπαύσας: εἰς Τένεδον γὰρ προσορμισθέντες καὶ ἔμφασιν ποιήσαντες τῆς οἴκαδε ἐπανόδου νυκτὸς ἐπῆλθον τοῖς Τρωσὶν ἀπὸ χορειῶν καὶ εὐωχίας οὖσι διὰ τὴν καθίδρυσιν τοῦ δουρείου ἵππου καὶ κεκμηκότας ἀνεῖλον αὐτούς: — MB

πόσις ἐν θαλάμοις: τὸ ἑξῆς· πόσις ἐν θαλάμοις ἔκειτο ναυτᾶν οὐκέθ’ ὁρῶν ὅμιλον, ξυστὸν δὲ ἐπὶ πασσάλῳ. ἀπὸ κοινοῦ δὲ τὸ ἔκειτο: — MBi