Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν: μεταλλακτέον τὰς πτώσεις· ἔστι γάρ· καὶ αἱ ἀνάγκαι τοὺς νόμους διώρισαν. ὁ δὲ νοῦς· δεινὸν ὅτι πάντα συνέρχεται τὰ κακὰ κατὰ ταὐτὸν τοῖς ἀνθρώποις, καὶ αἱ ἀνάγκαι τὰ νενομισμένα τοῖς ἀνθρώποις μετήλλαξαν. ἐδέδοκτο γὰρ

πολέμιον εἶναι τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἀλλ’ ἡ ἀνάγκη τὸ νενομισμένον τῇ Ἑκάβη μετήλλαξεν: — MB

καὶ ἄλλως· ἐναντίως εἶπεν. ἔδει γάρ· καὶ τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αὗται γὰρ καὶ νόμων ἐπικρατέστεραι, οὐ τὸ ἐναντίον, διότι οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐχὶ τὰ ἐξ ἀνάγκης δρώμενα· ὡς καὶ νῦν ἡ γραῦς ἐξ ἀνάγκης φίλον ποιεῖται τὸν πολέμιον: — MB

ὁ δὲ Δίδυμος οὕτως· μᾶλλον ὤφειλεν εἰπεῖν ὅτι τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αἱ γὰρ ἀνάγκαι καὶ τῶν νόμων ἐπικρατέστεραι, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. καὶ νῦν οὖν τοὐναντίον εἶπεν: — M

καὶ ἄλλως: οἷον αἱ ἀνάγκαι οὐκ ἀκολούθως τοῖς νόμοις πράττουσιν: — MBi

διετύπωσαν ἀφορίζουσιν: — MgBi