Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀλλ’ οἳ μὲν αὐτῶν: τιμῶντες αὐτὴν διὰ τὸ εὐθαρσὲς καὶ εὔψυχον οἱ Ἕλληνες φύλλοις καὶ ἄνθεσιν ἔβαλλον: — MAB

† φύλλοις ἔβαλλον: οἱονεὶ στεφάνων τύπους ποιοῦντες διὰ φύλλων παρετίθουν εἰς αὐτήν: — A

φύλλοις ἔβαλλον: τοῦτο παρὰ τοὺς χρόνους. Ἐρατοσθένης [frg. 20] γὰρ περὶ τῆς φυλλοβολίας φησὶν ὡς πάλαι * * χωρὶς ἄθλων ἀγωνιζομένων τῶν ἀνθρώπων τῷ νικήσαντι καθάπερ ἔρανον εἰσφέροντες ἔῤῥιπτον τῶν θεατῶν ἕκαστος ὅπως ηὐπόρει. οἱ μὲν οὖν ἐμπορευόμενοι διάφορα δῶρα * * τῶν δὲ λοιπῶν οἱ μὲν ἐγγὺς καθήμενοι [στεφάνους] * * ἐπετίθεσαν, οἱ δὲ ἀνωτέρω τοῦτο ὅπερ ἦν λοιπὸν ἔβαλλον τοῖς ἄνθεσι καὶ φύλλοις· ⟨ὡς⟩ καὶ νῦν ἐπὶ τοῖς ἐπιφανῶς ἀγωνιζομένοις προβάλλουσι

ζώνας, πετάσους, χιτωνίσκους, κρηπῖδας. διὸ σύνηθες ἦν κύκλῳ περινοστοῦντας ⟨τοὺς ἀθλητὰς⟩ ἀγείρειν τὰ διδόμενα. ἕως μὲν οὖν ἓν ἀγώνισμα κατὰ τὴν Ὀλυμπίαν ἦν, δαψιλὴς ἐγίνετο ἡ τῶν δώρων δόσις, πολυπλασιαζομένων δὲ τούτων ταῦτα ἐμειοῦτο εἰς πολλὰ καταμεριζόμενα καὶ τέλος ἡ φυλλοβολία κατελείφθη. ταῦτα οὖν παρὰ τοὺς χρόνους Εὐριπίδης· ὀψὲ γάρ ποτε ὁ ἀγερμὸς ⟨ἀντὶ⟩ τῆς φυλλοβολίας ἀπελείφθη. φυλλοβολεῖται δὲ ἡ Πολυξένη, ὣσπερ ἐν ἀγῶνι νικήσασα ἐφυλλοβολοῦντο γὰρ μετὰ τὸ νικῆσαι, καθὰ καὶ προείρηται: — MAB

ἄνθεσι: — MiAg