Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γράφεται καὶ ὑστέραν: — Bi τὴν τελευταίαν φωνὴν, μεθ’ ἣν ἄλλος οὐδεὶς ἔλεγεν: — MAgB

† τὴν ὑστάτην ὄπα, ἤτοι τὴν τελευταίαν φωνὴν, μεθ’ ἣν οὐδεὶς δύναται ἀντειπεῖν. εἰπόντος γὰρ βασιλέως ἄλλος οὐκ ἀντιλέγει: — A

συναπτέον τὸν λόγον οὕτως· ὑστέραν ὄπα οὗπερ καὶ μέγιστον ἦν κράτος, ἀντὶ τοῦ Ἀγαμέμνονος. ὑστέραν ὄπα τὴν τοῦ βασιλέως φωνήν· τέλος γὰρ πάσης ὑπεροχῆς βασιλεύς. Πίνδαρος [ol. 1 116]· τὸ δ’ ἔσχατον κορυφοῦται βασιλεῦσιν: — MAB