Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ἡ ὑπό ἀντὶ τῆς ἀπό: — A

† ἄλλως: νοητέον τὴν Ἑκάβην μὴ ἐξέρχεσθαι ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, ἀλλὰ μᾶλλον εἰσέρχεσθαι. ἐκοιμᾶτο γὰρ ἡ Ἑκάβη, ὅτε ταῦτα τὸ εἴδωλον ἔλεγε, καὶ ταραχθεῖσα τῷ φάσματι ἀνέστη καὶ εἰσήρχετο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὕτη κρίνῃ τοῦς ὀνείρους ἅτε μαντικὴ οὖσα. καί φησι τὸ εἴδωλον· περᾷ γὰρ, ἀντὶ τοῦ εἰσέρχεται, ἡ Ἑκάβη ὑπὸ τὸ ἔσχατον μέρος τῆς σκηνῆς, τουτέστιν ὑπὸ τὴν φλοιὰν αὐτὴν ἐμβαίνει τῆς σκηνῆς: — A

† ἰστέον ὅτι τὸ πάλαι νόμος ταῖς γυναιξὶ ταῖς ζευγνυμέναις μὴ νομίμοις ἀνδράσι μετὰ τὴν μίξιν κατέρχεσθαι πρὸς τὴν θάλασσαν καὶ λούεσθαι καὶ οἱονεὶ . . ἀποκαθαίρεσθαι. τὸν αὐτὸν οὖν τρόπον καὶ νόμον καὶ ἡ Κασάνδρα συγκοιμηθεῖσα τῷ Ἀγαμέμνονι . . ὥστε ἀπολούσασθαι, καὶ τούτου χάριν οὐχ εὗρεν αὐτὴν ἐκεῖ εἰς τὴν τοῦ Ἀγαμέμνονος σκηνὴν ἡ Ἑκάβη: — A