Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† διπλᾶ με χρῄζεις δάκρυα: διπλᾶ με χρήζεις, θέλεις, ὦ γύναι, δάκρυα κερδᾶναι, οἷον κλαῦσαι, ἐν τῷ οἴκτῳ τῆς σῆς παιδὸς ἀρξόμενον τὰ ταύτης λέγειν. διπλᾶ δὲ εἶπεν ὡς νῦν μὲν κλαύσομαι λέγων τἀκείνης, ἔκλαυσα δὲ καὶ ὅτε ἐσφάζετο. καὶ τούτου χάριν εἶπε διπλᾶ: — A

† κερδᾶναι: ὡς φίλος γὰρ κέρδος οἴεται τὸ κλαῦσαι ἐκ δευτέρου τὴν Πολυξένην. ἡ δὲ σύνταξις οὕτως· ὦ γύναι, διπλᾶ με θέλεις δάκρυα κερδᾶναι τῷ οἴκτῳ τῆς σῆς παιδός· νῦν μὲν γὰρ λέγων τέγξω, ἤγουν βρέξω, τοῖς δάκρυσι τοῦτο τὸ ὄμμα, πρὸς τάφῳ τε, ὅτε ὤλλυτο. καὶ τοῦτο ἐλλιπές· λείπει γὰρ τὸ ἐπεί καὶ ὁ καί σύνδεσμος, ἵν’ ᾖ οὕτως· νῦν τε γὰρ βρέξω τὸ ὄμμα, ἐπεὶ καὶ, ὅτε ὤλλυτο, ἔκλαυσα: — A

ὡς φίλος φησὶ τὸ κερδᾶναι· κέρδος γὰρ οἴεται τὸ κλαῦσαι καὶ δεύτερον περὶ τῆς Πολυξένης: — Mg