Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† αὔρα, ποντιὰς αὔρα: τοῦ Ὀδυσσέως λαβόντος τὴν Πολυξένην καὶ ἀπερχομένου ἀνακλαίεται αὐτὴν ὁ χορὸς διὰ τὸ ἄδηλον καὶ τὸ μὴ εἰδέναι τί μέλλει αὕτη παθεῖν. ὁ δὲ χορὸς οὖτός ἐστιν ἐκ Τρῳάδων γυναικῶν καί φησι πρὸς τὸν τῆς θαλάττης ἄνεμον, ἀπὸ ἑνικοῦ δὲ δηλοῖ πάσας τὰς γυναῖκας ὁ ποιητής. φησὶ δὲ ταῦτα ὁ χορός· ὦ αὔρα ποντιὰς, ποῦ με τὴν δυστυχῆ ἐπαγάγῃς ἢ ποῖ τῶν νήσων ἢ ποῖ τῶν τόπων, καὶ τίνι δούλη γενήσομαι. ἆρα εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς με ἀπάξεις ἢ τῆς Φθιάδος, ὅπου, εἰς τὴν Φθίαν, τὸν Ἀπιδανὸν ποταμόν φασι ῥέειν. ἢ ποῦ [ἀπὸ] τῶν νήσων· * * ἆρα εἰς τὴν Δῆλόν με ἀπάξεις, ὅπου ὁ πρωτόγονος φοῖνιξ· πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς δάφνης· καὶ ἡ δάφνη κλάδους ἀνέφυσε μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν Ἀπόλλωνα. ἢ εἰς Ἀθήνας με ἀγάγῃς, καὶ ἐν τῷ πέπλῳ, ἐν ᾦ πάσσουσι τὰ τῆς Ἀθηνᾶς ἆθλα αἱ παρθένοι, κἀγὼ σὺν ἐκείναις στίξω καὶ γράψω εἰς τὸν αὐτὸν πέπλον τὰ ταύτης ἆθλα καὶ τὴν τῶν Τιτάνων γενεὰν, ἣν ὁ Ζεὺς κατέφλεξεν ἐν τῷ κεραυνῷ. ἔθος γὰρ ἦν τοῖς τότε πάσσειν ἐν τοῖς πέπλοις τὰ τῶν ψευδωνύμων αὐτῶν ἆθλα θεῶν, καθὼς καὶ ἡμεῖς ἐν τοῖς πέπλοις νῦν γράφομεν ἵππους, ὄρνις καί τινα ἄλλα. τοὺς δὲ πέπλους οὐ μόνον παρθένοι ἔκαμνον, ἀλλὰ καὶ αἱ μὴ οὕτως ἔχουσαι. καὶ ὁ μὲν νοῦς ἐστι τοιοῦτος, ἡ δὲ σύνταξις οὕτως· αὔρα ποντιὰς αὔρα, ἥτις κομίζεις τὰς ἐν θαλάσσῃ πορευομένας θοὰς, ἤτοι ταχυτάτας, νῆας ἐπὶ τὸ κῦμα τῆς θαλάσσης, ποῖ με τὴν μελέαν καὶ δυστυχῆ κομίσεις καὶ ἀγάγῃς· τοῦτο γὰρ δηλοῖ τὸ πορεύσεις· καὶ πρὸς τίνος οἶκον ἀφίξομαι. τὸ γὰρ τῷ δουλόσυνος πρὸς οἶκον κτηθεῖσ’ ἀφίξομαι τοῦτο λέγει· πρὸς τίνος οἶκον ἀφίξομαι δούλη γενομένη· τὸ τῷ ἀντὶ γενικῆς. τὸ δὲ ἤ πρὸς τὸ αὔρα ἀποδοτέον, ἵν’ ᾖ οὕτως· αὔρα ποντιὰς, ποῖ με κομίσεις, ἢ εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς, καὶ τὰ λοιπὰ διὰ μέσου· ἢ εἰς τὸν ὅρμον τῆς Φθιάδος γῆς, ἔνθα τὸν Ἀπιδανὸν ποταμὸν τὸν πατέρα τῶν καλλίστων ὑδάτων φασὶ λιπαίνειν τὰ πεδία· ἢ ποῖ με τῶν νήσων ἀπάξεις τὴν τάλαιναν· τὸ δὲ ποῖ ἀπὸ κοινοῦ· πεμπομένην ἐν τῇ ἁλιήρει κώπῃ, ἔχουσαν, ἐμὲ, οἰκτρὰν βιοτὴν ἐν τοῖς οἴκοις, οὗ γενήσομαι δούλη. εἰς τὴν Δῆλον με ἀπάξεις, ἔνθα πρωτόγονός

τε φοῖνιξ καὶ ἡ δάφνη ἱεροὺς ἀνέσχε πτόρθους τῇ Λητοῖ φίλα ἀγάλματα καὶ δῶρα τῆς αὐτῆς ἐνδόξου ὠδῖνος, καὶ σὺν ταῖς Δηλιάσι κόραις ὑμνήσω τῆς Ἀρτέμιδος θεᾶς τὴν χρυσῆν περικεφαλαίαν καὶ τὰ τόξα. ἢ ἐν ταῖς Ἀθήναις κἀκεῖσε ἀπελθοῦσα ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ τῆς καλλιδίφρου Ἀθηνᾶς τοὺς πώλους ποικίλλουσα αὐτοὺς ἐν ἀνθοβαφέσι πηνίοις ἢ μεταξίοις· ἢ τῶν Τιτάνων γενεὰν ὑφανῶ ἐν τῷ πέπλῳ, ἣν κοιμίζει ὁ Ζεὺς καὶ ἀφανίζει ἐν ἀμφιπύρῳ φλογμῷ, ἤγουν κεραυνῷ. ὤμοί τῶν ἐμῶν γονέων καὶ πατέρων καὶ χθονὸς, ἥτις κατεστράφη φλεχθεῖσα ἐν τῷ πυρί. † κατὰ γὰρ τὸ πῦρ, φησὶ, γενομένη ἡ πόλις αὕτη δορίκτητος καὶ δούλη τῶν Ἑλλήνων· ἐγῶ δ’ ἐν ξένῃ γῇ δούλη κληθήσομαι λιποῦσα τὴν Ἀσίαν δούλην, θεράπαιναν, τῆς Εὐρώπης, ἀλλάξασα τοὺς τῶν Ἑλλήνων θαλάμους ἀντὶ τοῦ Ἅίδου. φησὶ γὰρ· κρεῖττον ἦν σφαγῆναί με ἢ δούλην γενέσθαι. πολλῶν γὰρ Τρῳάδων γυναικῶν ἐφείσαντο οἱ Ἕλληνες χάριν τοῦ μοιχεύειν αὐτάς: — A

πνοή: — Mg