Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐδέν ἐστι τὸ μεταξὺ τῆς πυρᾶς τοῦ Ἀχιλλέως καὶ τοῦ ξίφους: — M

† μέτεστι δ’ οὐδέν: ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ μέτεστί μοι τὸ φῶς ἀνακαλεῖσθαι πλὴν ὅσον φθάσαι με εἰς τὸν τάφον τοῦ Ἀχιλλέως. ὅταν δὲ ἐκεῖ φθάσω, οὐκέτι προσφωνήσω σοι, δηλονότι· ἕως οὖ τὴν ὁδὸν περιπατῶ τὴν πρὸς τὸν τοῦ Ἀχιλλέως τάφον, ἔξεστί μοι ἀνακαλεῖσθαι τὸ φῶς καὶ βλέπειν αὐτό· ὅταν δὲ τὴν ὁδὸν ταύτην τελειώσω καὶ φθάσω εἰς τὸν τοῦ Ἀχιλλέως τάφον, ἔκτοτε οὔτε ἴδω τὸ φῶς οὔτε προσφθέγξομαι αὐτό· σφαγήσομαι γάρ: — A