Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

αὔξουσα τὸ πάθος φησί· ̄ι ̄θ γὰρ μόνους παῖδας ἐγέννησεν. Ὅμηρος [Ω 496]· ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἧσαν. ὅτι συμπεριλαμβάνει τοὺς νόθους διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. σύλληψις δὲ λέγεται ὁ τρόπος· οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ὁ δὲ Πρίαμος ἐξ ἄλλων γυναικῶν: — M

† ἡμεῖς δὲ πεντήκοντ⟨ά γ’⟩ ἄμοιροι τέκνων: ἐζήτηται ἐνταῦθα πῶς δέκα καὶ ἐννέα παῖδας ποιήσασα Ἑκάβη πεντήκοντα ἑαυτὴν

παίδων ἀμέτοχόν φησι. καὶ φαμὲν ὡς συμπεριείληφε τοὺς νόθους παῖδας τοῦ Πριάμου σὺν τοῖς ἑαυτῆς: — A

ἀμέτοχοι: — MgAg