Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τύμβῳ φίλον: Γλαῦκος ἐν τῇ † προηγήσει φησὶν ἐν τῇ ἁλώσει

Ἀγαμέμνονος ἐξῄει ἡ Ἑκάβη· πῶς δὲ καὶ ἐκεῖθεν ἐξιοῦσά φησι μετ’ ὀλίγον [87] ποῦ ποτε Κασάνδραν ἐσίδω, Τρῳάδες τῆς Κασάνδρας τῷ Ἀγαμέμνονι συνοικούσης. νοητέον τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν αἰχμαλωτίδων εἰσελθεῖν τε εἰς τὴν σκηνὴν Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τοὺς ὀνείρους. καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν θάλασσαν ἀπεληλυθέναι πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν ἰδὼν ὁ Πολύδωρος ἔφη περᾷ γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: — MA