Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι: — M

† οὐ γὰρ οἶδα δεσπότας κεκτημένος: εἰπούσης τῆς Ἑκάβης ὡς ἀνάγκη συνθανεῖν τῇ θυγατρί μου, φησὶν Ὀδυσσεύς· πῶς; οὐ γὰρ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι. πρῶτός εἰμι ἐν τῷ στρατῷ καὶ ὃ θέλω, ποιήσω. οὐ γὰρ ὑπ’ ἄλλου προστάσσομαι, ἵνα εἰπόντος ἐκείνου· σφαγήτω καὶ ἡ Ἑκάβη· ἀκούσω τούτου: — A

ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλοις πρέπει: — Mg