Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† Πηλέως γὰρ παῖς: τοῦ γὰρ ἡλίου δύναντος καὶ τῆς νυκτὸς ἐνεστηκυίας εἶδεν ὁ στρατὸς ἅπας φάντασμα ὅμοιον τῷ Ἀχιλλεῖ λέγον· ποῦ πορεύεσθε ἀγέραστον ἐμὲ καταλιπόντες. καὶ ᾐτήσατο σφαγιασθῆναι αὐτῷ μίαν τῶν Τρῳάδων αἰχμαλωτίδων. ἡ δὲ σύνταξις οὕτως· ὁ Πηλέως γὰρ παῖς Ἀχιλλεὺς φανεὶς ὑπεράνω τύμβου κατέσχε τὸν Ἑλληνικὸν στρατόν: — A

† ἡ ὑπέρ πρόθεσις τρεῖς σημασίας ἔχει· τὴν ἄνω φορὰν ὡς τὸ ὑπὲρ τύμβου ἀντὶ τοῦ ὑπεράνω τοῦ τύμβου καὶ ὡς τὸ ὑπὲρ καπνοῦ τίθησι τὰ πηδάλια [cf. Hes. opp. 43]· ὁμοίως καὶ ἀντίληψιν ὡς τὸ ὑπὲρ σοῦ κοπιῶ ἀντὶ τοῦ χάριν σοῦ καὶ ὡς τὸ ὑπὲρ τοῦ δήμου γράφω ἀντὶ τοῦ χάριν τοῦ δήμου· καὶ σύγκρισιν ὡς τὸ ὑπὲρ σέ εἰμι ἀντὶ τοῦ κρείττων σοῦ: — A