Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐχ ἱκετεύσω σε, ἐπεὶ πέφευγας παρ’ ἐμοῦ τούτου τυχεῖν: — MMgA.

† ἀκούσας Ὀδυσσεὺς τῆς Ἑκάβης εἰπούσης τῇ Πολυξένῃ· ὧ τέκνον, πρόσπιπτε Ὀδυσσεῖ λαβοῦσα τῆς δεξιᾶς χειρὸς αὐτοῦ καὶ γενειάδος καὶ ἱκέτευσον αὐτὸν ὅπως τὴν σὴν τύχην ἐποικτείρῃ· οὕτω γὰρ ἔθος ἧν παλαιοῖς παρακαλεῖν τῆς χειρὸς καὶ τῆς γενειάδος ἁπτομένοις· ταῦτα ἀκούσας ὁ Ὀδυσσεὺς τὴν μὲν δεξιὰν αὐτοῦ χεῖρα εἰσήγαγεν ἔσωθεν τοῦ εἵματος αὐτοῦ καὶ τὸ πρόσωπον εἰς τοὐπίσω ἀπέστρεφεν, ὅπως μήτε τῆς χειρὸς αὐτοῦ λάβηται μήτε τῆς γενειάδος. ἰδοῦσα δὲ αὐτὸν [Πολυξένη] οὕτως ποιήσαντα εἶπεν ἡ Πολυξένη· ὁρῶ σε, Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα ⟨ὑπὸ τὰ⟩ ἱμάτια, τὸ δὲ πρόσωπον στρέφοντα, ἵνα μὴ ἱκετεύω σε. θάρρει δὲ, ἐπεὶ πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, τουτέστι τὴν ἐμὴν ἱκεσίαν· ἐκ τοῦ Διὸς γὰρ πᾶσα ἱκεσία. ἱκέσιον δὲ Δία τὸν ἐπὶ παρακλήσει μεταλαμ⟨βανόμενον⟩: — A

† ὥς ἐστιν ὁ Ζεὺς φίλιος καὶ ξένιος καὶ τὰ λοιπά, οὕτως καὶ ⟨ἱκέσιος. ἀντὶ τοῦ πέφευγας τὴν ἐμὴν ἱκεσίαν, τουτέστιν· οὐχ ἱκε⟩τεύσω σε: — A