Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† Ἑκάβη, διδάσκου: ἀντὶ τοῦ σωφ⟨ρόνει⟩ καὶ τὸν εὖ λέγοντα μηδαμῶς τῷ θυμοειδεῖ μέρει τῆς ψυχῆς σου ποιοῦ δυσμενῆ: — A†

ἄλλως: οὐκ ἔστιν οὕτω στερρὸς: τὸ γὰρ ⟨στερρός ἀντὶ τοῦ στερρά, ὥσπερ καὶ ὁ⟩ θεός καὶ ἡ θεός καὶ κλυτὸς Ἱπποδάμεια ἀντὶ τοῦ κλυτή. ὁ δὲ νοῦς· οὐκ ἔστιν οὕτως σκληρὰ καὶ ἀπ⟨ηνὴς φύσις ἀνθρώπου ἥτις οὐκ ἂν δακρύσῃ κλύουσα. ἤγουν ἀκούουσα, τῶν σῶν⟩ γόων καὶ μακρῶν ὀδυρμάτων τοὺς θρήνους: — A

τῷ θυμώδει μέρει τῆς ψυχῆς. λέγει δὲ τῷ θυμουμένῳ μέρει τῆς ψυχῆς, τουτέστι τῷ θυμοειδεῖ: — M

† μηδὲ τῇ ἐνούσῃ σοι ὀργῇ χάριν τοῦ σφαγῆναι τὴν Πολυξένην ὑπολάμβανε ἐχθρὸν ἐμὲ ἐν σῇ διανοίᾳ τὸν μὴ ἑλκύσαντα ἐν βίᾳ ἀπὸ τῶν σῶν ἀγκαλῶν τὴν Πολυξένην, ἀλλὰ λέγοντά σοι πράως δοῦναι αὐτήν: — A