Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† Ἑκάβη, διδάσκου: ἀντὶ τοῦ σωφ⟨ρόνει⟩ καὶ τὸν εὖ λέγοντα μηδαμῶς τῷ θυμοειδεῖ μέρει τῆς ψυχῆς σου ποιοῦ δυσμενῆ: — A†

ἄλλως: οὐκ ἔστιν οὕτω στερρὸς: τὸ γὰρ ⟨στερρός ἀντὶ τοῦ στερρά, ὥσπερ καὶ ὁ⟩ θεός καὶ ἡ θεός καὶ κλυτὸς Ἱπποδάμεια ἀντὶ τοῦ κλυτή. ὁ δὲ νοῦς· οὐκ ἔστιν οὕτως σκληρὰ καὶ ἀπ⟨ηνὴς φύσις ἀνθρώπου ἥτις οὐκ ἂν δακρύσῃ κλύουσα. ἤγουν ἀκούουσα, τῶν σῶν⟩ γόων καὶ μακρῶν ὀδυρμάτων τοὺς θρήνους: — A

τῷ θυμώδει μέρει τῆς ψυχῆς. λέγει δὲ τῷ θυμουμένῳ μέρει τῆς ψυχῆς, τουτέστι τῷ θυμοειδεῖ: — M