Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ἀτὰρ τὶ ⟨δὴ⟩ σόφισμα τοῦθ’ ἡγούμενοι: τοίνυν τί δίκαιον καὶ ἁρμόζον τοῦτο ἡγούμενοι, τὸ σφάξαι Πολυξένην, εἰς ταύτην ὥρι⟨σαν⟩ τὴν τοῦ φόνου ψῆφον. ἆρα τὸ πρέπον καὶ τὸ δίκαιον ἐκίνησεν ἀνθρώπους σφάζειν εἰς τὸν τύμβον, ἔνθα δὴ μάλιστα βοῦς πρέπει θυσιάζειν. ἢ τοὺς θανόντας ἀνταποκτεῖναι θέλων ὁ Ἀχιλλεὺς εἰς τήνδε τὴν παῖδα δικαίως τείνει τὸν φόνον. ἀλλ’ οὐδὲν αὕτη εἰς αὐτὸν δέδρακε κακὸν ἢ πεφόνευκεν. εἴπω σοι τὸ ἀληθές· Ἑλένην ἐχρῆν ἐν τῷ τύμβῳ αὐτῷ θῦμα *· αὕτη γάρ ἐστιν ἡ αἰτία τοῦ φόνου αὐτοῦ. εἰ γὰρ μὴ αὐτὴ τῷ Ἀλεξάνδρῳ ἠκολούθει, οὐκ ἂν ὁ Ἀχιλλεὺς εἰς Τροίαν ἦλθε καὶ ἀπέθανεν. εἰ δὲ πολλάκις λέγεις ὅτι χρή τινα ἔκκριτον ἀπὸ τῶν αἰχμαλώτων γυναικῶν θανεῖν, ἢ εὐπρεπεστάτην τῷ εἴδει, οὐχ ἡμεῖς τοῦτο ἔχομεν. τίς γὰρ εὐειδεστέρα Ἑλένης. ἄλλως τε καὶ οὐδὲν ἧττον ἡμῶν εὑρέθη αὐτὸν ἀδικήσασα, καὶ εἰ τὸ δίκαιον θέλετε πράξειν, αὐτὴν χρὴ σφαγῆναι: — A