Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

φόνου σταλαγμοί: ὑπερ τοῦ ἐπικειμένου σοι φόνου ἀγωνιῶν ἐδάκρυσας. ἀντὶ δὲ τοῦ εἰπεῖν· δάκρυα φόνου ἦν σημαντικά, ἀπὸ [δὲ] τῶν ὀμμάτων σου, φησὶ, σταγόνες φόνου ⟨κατέσταζον⟩: — M

σταγόνες φόνου· ⟨ἔδει⟩ δὲ εἰπεῖν δάκρυα, οἶον τὰ δάκρυα ⟨φόνου⟩ ἦν σημαντικὰ, ὅθεν καὶ ἐν τῇ συνηθείᾳ αἱμάτινα δάκρυα φαμέν: — M

ἀπίθανον τὸ πλάσμα καὶ οὐχ Ὁμηρικόν· οὐ γὰρ ἂν ἐσίγησεν Ἑκάβη πολέμιον θεασαμένη κατοπτεύοντα τὰ κατὰ τοὺς Τρῶας πράγματα. ἡ δὲ Ἑλένη εἰκότως· ἄτην γὰρ μετέστενεν Ἀφροδίτης: — M