Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐ κλαίομαι, ἀντὶ τοῦ οὐκ ὀδύρομαι: — Mg

ἀλλὰ ἡ τοῦ ἀποθανεῖν μοι δυστυχία βελτίων ἐφάνη τοῦ ζῆν ἀτίμως. τοῦτο δὲ λέγει παρόσον μετὰ τὴν πόρθησιν τῆς Τροίας καὶ τὸν τῶν ἀδελφῶν θάνατον καὶ τοῦ πατρὸς καὶ ἄλλων μυρίων, ὧν εἶχε ⟨συγγενῶν τε καὶ φίλων, καὶ⟩ αὐτὴ γενομένη αἰχμάλωτος δουλεύειν ἔμελλε καὶ τὰ αἴσχιστα ὑπομένειν· ὦν φησι προτιμότερον τὸν θάνατον εἶναι: — M

† ἡ δυστυχία, φησὶν, ἐποίησέ με ἡγεῖσθαι τὸν θάνατον κρείσσονα τῆς ζωῆς: — A