Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† σκύμνον γὰρ: τὸν σκύμνον οἱ παλαιοὶ ἐπὶ παντὸς νέου λαμβάνουσι. σκύμνοι δὲ κυρίως λέγονται τὰ ἔκγονα τῶν λεόντων: — A

† ἄλλως: σκύμνον τὴν Πολυξένην καλεῖ ὁ ποιητὴς διὰ τὸ βασιλέως εἰναι θυγατέρα, μόσχον δὲ διὰ τὸ μέλλειν ἤδη σφαγῆναι: — A

οὐριθρέπταν μόσχον: ἀντὶ τοῦ νέαν· τὸν γὰρ μόσχον οἱ παλαιοὶ ἀντὶ τοῦ νέου παραλαμβάνουσιν: — MAg

ὄψει σύ με τὴν μόσχον, ὅ ἐστι τὴν νέαν, ἀπὸ τῆς σῆς χειρὸς ἁρπαζομένην ὥσπερ σκύμνον ἐν ὄρει τεθραμμένον. ἀπὸ κοινοῦ δὲ τὸ εἰσόψει· ⟨εἰσόψει⟩ με λαιμότομον πεμπομένην τῷ Ἅιδῃ εἰς τὸν ὑπὸ γῆς σκότον, οἶον· εἰσόψει με οὐ κοινῷ θανάτῳ ἀποθνῄσκουσαν, ἀλλὰ τῷ διὰ σφαγῆς: — MA

† εἰσόψει γάρ με καὶ ἴδῃς τὴν μόσχον τὴν δειλαίαν σὺ ἡ δειλαία ἀναρπαστὸν ἀπὸ τῆς σῆς χειρὸς ὥσπερ σκύμνον οὐρίθρεπτον, τῷ ὄρει τρεφόμενον. καὶ ὄψει λαιμότομον, ἤγουν τὸν λαιμὸν τμηθεῖσαν, ἀπὸ τῶν ἐνταῦθα πεμπομένην πρὸς τὸ σκότος τῆς γῆς, ὅπου ἡ ἀθλία διάξω μετὰ τῶν νεκρῶν. καὶ σὲ, ὦ μῆτερ δυστυχεστάτη, κλαίω ἐν πολλοῖς θρήνοις, τὸν ἐμὸν δὲ βίον οὐ κλαίω ὑπηργμένον ἅπαντα λύμην καὶ λώβαν: — A