Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† θανοῦσα δ’ ἢ ζῶσα: ὁ νοῦς τοιοῦτός ἐστι τοῦ ῥητοῦ· θανοῦσα, ἤγουν πρὸ τῆς εἱμαρμένης τελευτήσω, ἢ ζῶσα, ἤτοι πληρώσασα τὰ δεδομένα μοι ἔτη παρὰ τῆς μοίρας τότε θάνω. καί φησι Πολυμήστωρ ὡς θανοῦσα, ἤγουν πρὸ τῆς εἱμαρμένης θανοῦσα, πληρώσεις τὸν βίον: — A

† τύμβῳ δ’ ὄνομα σὸν κεκλήσεται: ὁ τάφος σου, φησὶν, τὸ σὸν ὄνομα εἰς κλῆσιν λάβῃ. πάντες γὰρ κυνὸς τάφον αὐτὸν καλοῦσι, καὶ Ἀσκληπιάδης φησὶν ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα: — A