Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

θανοῦσα δ’ ἐνθάδε ἐκπλήσω βίον ἢ ζῶσα ἐκπλήσω τὸν βίον, ὅ ἐστιν· ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου μοι βίου προκόψω: — MB

† θανοῦσα δ’ ἢ ζῶσα: μετὰ θάνατον δὲ ἀμειφθήσομαι εἰς κύνα, ἢ ζῶσα ἐν τοιούτῳ εἴδει κυνείῳ τὸν ἐπικεκλωσμένον μοι χρόνον τῆς ζωῆς ἐξανύσω καὶ ἐπιζήσομαι, ὅ ἐστι· μετὰ θάνατον ἐξαλλαγήσομαι καὶ ἀμειφθήσομαι εἰς κύνειον εἶδος ἢ ζῶσα ὥστε τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς μου κύων οὖσα ἐπιζῆσαι: — Ai

† ἄλλως: τοῦτο ὅσοι πρὸς τὸ κύων γενήσῃ συναρμόττουσιν οὕτως λέγουσι· θανοῦσα δὲ ἐνθάδε, ἤτοι ἐν τῷ τοιούτῳ κυνείῳ εἴδει, ἀπαλλάξω μου τὴν ζωὴν ἢ ζῶσα πάλιν μεταστραφήσομαι εἰς εἶδος ἀνθρώπου, ἔξωθεν ὑπακούοντες τὸ μεταλλαχθήσομαι εἰς εἶδος ἀνθρώπειον,

ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον ὅτι κύων ἀποθανοῦμαι ἢ πάλιν ἄνθρωπος γενήσομαι. ὅσοι δὲ πρὸς τὸ ἡνίκ’ ἄν σε [ἡ] ποντία νοτὶς κρύψῃ, πάλιν οὕτως εἶπον ὅτι ἐνθάδε τεθνήξομαι, ἤτοι πεσοῦσα εἰς θάλασσαν ἐκεῖ ἀποθανοῦμαι, ἢ ζῶσα πάλιν τὸν εἱμαρμένον μου βίον ἐκπληρώσω: — Ai

† θανοῦσα δ’ ἢ ζῶσα: ὁ νοῦς τοιοῦτός ἐστι τοῦ ῥητοῦ· θανοῦσα, ἤγουν πρὸ τῆς εἱμαρμένης τελευτήσω, ἢ ζῶσα, ἤτοι πληρώσασα τὰ δεδομένα μοι ἔτη παρὰ τῆς μοίρας τότε θάνω. καί φησι Πολυμήστωρ ὡς θανοῦσα, ἤγουν πρὸ τῆς εἱμαρμένης θανοῦσα, πληρώσεις τὸν βίον: — A