Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἱ μὲν περὶ τὸ Πάγγαιον εἶναι τὸ μαντεῖόν φασι τοῦ Διονύσου, οἱ δὲ περὶ τὸν Αἷμον, οὖ εἰσι καὶ Ὀρφέως ἐν σανίσιν ἀναγραφαί, περὶ ὧν φησιν ἐν Ἀλκήστιδι [966]· οὐδέ τι φάρμακον Θρῄσσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψε γῆρυς. ὅτι δὲ καὶ Διόνυσος μάντις, καὶ ἐν Βάκχαις φησὶ [298] μάντις δ’ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον καὶ ⟨τὸ⟩ μανιῶδες μαντικὴν πολλὴν ἔχει: — MAB