Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ἀλλ’ οὐ τάχ’ ἡνίκ’ ἄν σε ποντία νοτίς: εἰπόντος τοῦ Πολυμήστορος πρὸς τὴν Ἑκάβην· χαίρεις ὑβρίζουσά με, ἀποκριθεῖσα εἶπεν ἡ Ἑκάβη· οὐ γὰρ ἐνδέχεταί με χαίρειν με⟨τα⟩τιμωρουμένην σε. εἶτα ὁ Πολυμήστωρ ἀνταποκριθεὶς ἔφη· ἀλλ’ οὐ τάχ’ ἡνίκ’ ἄν σε ποντί⟨ανοτί⟩ς, ἤγουν ἀλλ’ οὐ χαρήσῃ τάχα, ὅταν σε ἡ ποντία νοτίς, καὶ ἔστη τοῦ λόγου. οὐ γὰρ ἐπλήρωσε τὸν αὐτοῦ λόγον, καὶ διὰ μέσου φησὶν Ἑκάβη· τί γάρ με ποιήσει ἡ νοτίς· ἆρά με ἀγάγῃ εἰς τὴν Ἑλληνίδα γῆν. καί φησι Πολυμήστωρ ὡς οὐκ ἔστι τοῦτο, ἀλλ’ οὐ χαρήσῃ, ὅταν σε κρύψῃ ἡ ποντία νοτίς, δηλονότι ἡ θάλασσα, πεσοῦσαν ἐκ καρχησίων. μυθεύεται γὰρ ὡς εἰς κυνὸς εἶδος μεταβληθεῖσα Ἑκάβη καὶ ἀνελθοῦσα ἐν τῷ ἀνωτάτῳ τοῦ ἱστοῦ, ἤτοι τοῦ κέρατος, ἔρριψεν αὑτὴν εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη. ταῦτα δὲ προμαντεύεται ὁ Πολυμήστωρ ὡς δὴ λυπήσων αὐτήν. καὶ πάλιν φησὶν Ἑκάβη· παρὰ τίνος ῥιφῶ τυγχά

νουσα τούτων τῶν βιαίων ἁλμάτων, καί φησιν ὁ Πολυμήστωρ· αὐτὴ ἐν τῷ ποδί σου ἐμβήσῃ, ἤγουν ἔλθῃς, εἰς τὸ ἄκρον τοῦ ἱστοῦ. καὶ πάλιν φησὶν ἡ Ἑκάβη· ἀνέλθω, ἀλλὰ πτερὰ φύσασα ἐν τοῖς νώτοις ἢ ἐν ἄλλῳ τινι τρόπῳ, καί φησι Πολυμήστωρ· οὐχ οὕτως, ἤγουν οὐχὶ πτεροφυήσεις, ἀλλὰ κύων γενήσῃ, πυρσώδη καὶ ἠγριωμένα βλέμματα ἔχουσα οἷα καὶ ὁ κύων: — A