Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† τὼ Θησείδα δ’ ὄζω: τοῦτο πρὸς τὸ σὸν σπεύδων ἀγαθὸν Ἀγαμέμνων ἀπέτρεπε. καὶ ἔστιν οὕτως· ἦν μὲν ὁ Ἀγαμέμνων ὁ σὲ ἐκδικῶν, οἱ δὲ Θησεῖδαι οἱ βασιλεῖς τῶν Ἀθηνῶν ἦσαν ῥήτορες δισσῶν λόγων, εἰς τὸν ὅμοιον δὲ νοῦν καταληγόντων. ἔλεγε γὰρ ὁ μὲν εἶς ὡς δεῖ τὸν Ἀχιλλέα τιμᾶν καὶ θῦσαι αὐτῷ τὴν Πολυξένην, ὁ δὲ ἕτερος ἔφασκεν ὡς οὐ δεῖ ἀγέραστον καταλεῖψαι τὸν Ἀχιλλέα, ἀλλὰ κυρωθῆναι τὴν ψῆφον, καθὰ περὶ αὐτοῦ ἐκρίναμεν. καὶ οἱ μὲν λόγοι δισσοὶ, εἰς ἕνα δὲ νοῦν λήγοντες καὶ εἰς μίαν γνώμην: — A

ὄζω Ἀθηνῶν: οἱ δὲ τοῦ Θησέως παῖδες, Ἀκάμας καὶ Δημοφῶν, οἳ ἦσαν κλάδοι τῶν Ἀθηναίων, οἳ καὶ ἐστρατεύσαντο ἐπὶ Ἴλιον οὐχ ἡγούμενοί τινων, ἀλλ’ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας. ἕνεκεν γὰρ ταύτης ἐστρατευκέναι τούτους φασίν: — MA

τὼ Θησείδα δ’ ὄζω Ἀθηνῶν: τοὺς Θησέως παῖδας ἔνιοί φασι μὴ ἡγεμόνας στρατεύεσθαι ἐπὶ Ἴλιον μηδὲ τῆς συμμαχίας χάριν, ἀλλὰ ἀποληψομένους τὴν Αἴθραν· διὸ καὶ τὸν Ὅμηρον [Β 552] λέγειν τὸν Μενεσθέα ἡγεῖσθαι τῶν Ἀθηναίων. Διονύσιος γοῦν ὁ τὸν Κύκλον ποιήσας φησί [FHG IV p. 653a]· Δημοφῶν δὲ ὁ Θησέως ἐδεῖτο αὐτοῖς δοῦναι Αἴθραν τὴν Πιτθέως τὴν τοῦ πατρὸς μητέρα, ὅπως αὐτὴν κομίσωσιν οἴκαδε. Μενέλαος δὲ πρὸς Ἑλένην πέμπει Ταλθύβιον κελεύσας ἄγειν Αἴθραν. καὶ Ἑλένη δωρησαμένη Αἴθραν παντοδαπῷ κόσμῳ ἀποστέλλει πρὸς Δημοφῶντα καὶ Ἀκάμαντα. Ἑλλάνικος δέ φησιν [frg. 75] αὐτοὺς ἐστρατευκέναι, ὅπως, εἰ μὲν ἕλοιεν Ἴλιον, λάφυρον αὐτὴν λάβοιεν, εἰ δὲ μή,

κἂν λυτρώσαιντο δώροις. φεύγειν δὲ αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι ἄρχεσθαι ὑπὸ Μενεσθέως. ἦσαν δὲ μετὰ ⟨τοῦ Ἐλεφήνορος τοῦ⟩ Χαλκώδοντος τοῦ Ἄβαντος ἐν Εὐβοίᾳ: — MA