Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† τὰ χρηστὰ δ’ αὔθ’ ἕκαστ’ ἔχει φίλους: τὰ χρηστὰ

αὐτὰ ἐξ αὐτῶν ἔχει τοὺς φίλους· εἰ δὲ καὶ ἀνατραφέντος τοῦ παιδὸς σὺ μὲν ἐστέρησο χρημάτων, ὁ δὲ παῖς ἐπλούτει, πάντως ἂν ἐκοινώνεις αὐτῷ τοῦ πλούτου τὰ τροφεῖά σοι ἀποτιννύντι: — A

† τὰ γὰρ καλὰ πράγματα ἐξ ἑαυτῶν ἔχει τοὺς φίλους: — B