Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ποῖ πᾶ φέρομαι: ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου ταῖς βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς Τρωικαῖς γυναιξίν. ἐν γὰρ τῷ Ἅιδῃ ἔλεγον εἶναί τινας τιμωρητικὰς καὶ ἀνημέρους θεὰς, βάκχας καλουμένας [καὶ] διὰ τὸ ἄγριον αὐτῶν, ⟨καὶ⟩ κατὰ τοῦτο ἐκάλεσε καὶ τὴν Ἑκάβην σὺν ταῖς λοιπαῖς αἰχμαλώτοις γυναιξὶ βάκχας. τὸ δὲ ὅλον· ποῖ φέρομαι καταλιπὼν τὰ τέκνα μου ταῖς βάκχαις καὶ τοῖς κυσὶ τροφὴν καὶ τοῖς ὄρεσι ῥίμμα. ὑπενόει γὰρ ὡς μετὰ τὴν αὐτοῦ ἐξέλευσιν ῥίψουσιν αὐτὰ ἐν ὄρει. ἡ δὲ σύνταξις οὕτω· ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου ταῖς βάκχαις διαμοιρᾶσαι, ἤγουν διασπαράξαι μεληδὸν, καὶ τοῖς κυσὶ πάλιν καταλιπὼν τὸν ἀπὸ σφαγῆς φόνον, ἤγουν αὐτὰ τὰ οἰκεῖα τέκνα, δαῖτα ἀνήμερον. καταλιμπάνω δὲ αὐτὰ καὶ ἐκβολὴν, ἤγουν ῥίμμα, ὀρείαν, δηλονότι εἰς τὸ ὄρος, ῥιφῆναι. ἀπὸ κοινοῦ δὲ τὸ καταλιμπάνω: — A