Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Δίδυμος οὕτως· ⟨τὸ⟩ ὑπέγγυον, τὸ ἀληθὲς, οὔτε παρὰ τῇ δίκῃ οὔτε παρὰ τοῖς θεοῖς συμπεσὸν ἀφανίζεται. τοῦτο δέ φησι διὰ τὸν Πολυμήστορα, ὅτι μέλλει τιμωρεῖσθαι πρῶτος ἀρξάμενος τῶν ἀτόπων: — MB

καὶ ἄλλως: ὑπέγγυον: δίκαιον. ὧδε ὑποστικτέον. τὸ ἠσφαλισμένον, φησὶ, τῇ δίκῃ καὶ παρὰ θεοῖς οὐ πίπτει, τουτέστιν· ὅ ἂν κυρώσῃ ἡ δίκη, τοῦτο βέβαιον παρὰ τοῖς θεοῖς. δικαίως οὖν κολαζόμενος ὁ Πολυμήστωρ καὶ τοὺς θεοὺς ἐχθροὺς ἔχει: — MB