Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐν τῷ πλήθει τῶν σκύλων: — MiB

τὸ ταῖσδε ἀναφορικόν ἐστι καὶ δεικτικόν. ἡ μὲν οὖν Ἑκάβη δεικτικῶς εἶπε· ταύταις ταῖς σκηναῖς, ὁ δὲ Πολυμήστωρ ἀναφορικῶς νοήσας ἐρωτᾷ· ποῦ δὲ αἱ στέγαι αὗται, ἃς λέγεις ἔχειν τὸν χρυσόν· ἆρα τὰ ναύσταθμα τῶν Ἑλλήνων, τουτέστιν· ἐν ταῖς ναυσὶ λέγεις εἶναι τὸν χρυσόν. πρὸς ὃ ἐπάγει ἡ Ἑκάβη ὅτι οὐ τὰς ναῦς στέγας εἶπον· ἴδίαι γὰρ γυναικῶν αἰχμαλωτίδων στέγαι: — MB