Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
στεμμάτων δ’ οὐχ ἥσσονας: ἀντὶ τοῦ· καὶ χωρὶς ἱκετηριῶν οὖσά σε παρακαλῶ. ἐπεὶ ἔθος τοὺς δεομένους ἐλαίας κλάδους καὶ στέμματα ταῖς χερσὶν ἔχοντας δέεσθαι: — MNOA
ἥν περ μόνην γε Τυνδαρίς: Λυσίμαχος [frg. 18] καὶ ἄλλοι τινὲς ἱστοροῦσιν γενέσθαι ἐξ Ἑλένης καὶ Νικόστρατον. ὁ δὲ τὰς Κυπριακὰς ἱστορίας συντάξας Πλεισθένην φησὶ, μεθ’ οὗ εἰς
Κύπρον ἀφῖχθαι καὶ τὸν ἐξ αὐτῆς τεχθέντα Ἀλεξάνδρῳ Ἄγανον: MNOA