Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γέρων ἐκεῖνος: ἀντὶ τοὺ νωθὴς βραδύς, οἷον· τὸ γῆρας αὐτὸν ἐμποδίζει ὥστε ταχέως ἐλθεῖν καὶ βοηθῆσαί σοι: — MOA

ἄλλως: βραδὺς, φησὶν, ἐκεῖνός ἐστιν ἅτε ὑπὸ τοῦ γήρως ἐμποδιζόμενος ὥστε ἐλθεῖν καὶ βοηθῆσαί σοι. μᾶλλον δὲ ἁρμόζει ὑπὸ τῆς θεραπαίνης τὰ δύο ταῦτα ἰαμβεῖα λέγεσθαι· πυνθάνεται γὰρ τῆς Ἀνδρομάχης εἰ ἦλθεν ἡ φήμη ὡς ἥξοντος τοῦ Πηλέως ὃς δυνήσεται παρὼν αὐτῇ βοηθῆσαι, ἵν’ ᾖ τὸ γέρων ἀντὶ τοῦ· ἱκανός ἐστιν ὁ Πηλεὺς ὠφελεῖν σε. ἢ ὁ χρονίζων πρὸς ὠφέλειαν καὶ παρὼν ἀδύνατος: — MOA